Connect with us

ΠΟΛΙΤΙΣΜΟΣ

Ἀττικιστὶ διαλέγεσθαιἐν τῷ κήπῳ τῶν Μουσῶν13 – 27 Αὐγούστου 2016

blank

Δημοσιεύτηκε

στις

122
blank

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲὁ κῆπος, μέγας καὶἐπίσκιος καὶπαραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷἙλληνικῷ Εἰδυλλίῳ.Καλλίστη δὲ γενήσεται ἡἡμετέρα διδασκαλία πολλῶν καὶἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ αναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸἔθος τῶν φιλολόγων.
Οὐδενὶ δὲἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲἐν τῷἙλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷἙλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τοῦδε δὲ τοῦἐνιαυτοῦ πρόκειται ἡμῖν ὡς ἀναγνωστέος Όμηρος μελετῶσι. Ὁ δὲ διδασκαλίαρχος ἐκλογὴν τινα κομψοτάτων στίχων τοῦ Όμήρου παρασχήσει.
Ἐάν τι πλέον καὶἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ

Κυρ.FlorianFeicht,
Schützenstraße 14, 12165 Berlin
Email: flofeicht@googlemail.com / Tel. 0170-5835320

ἡ τιμὴἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ.
πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦἙλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος
Κυρ. Andreas Drekis,http://www.idyllion.eu
Hellenikon Idyllion, GR-25100, Selianitika (Egion)
info@idyllion.eu,http://www.idyllion.eu/en/programm16.html
Tel. 0030/26910/72488 Mobil. 0030/6972/263/356

Ακολουθήστε το e-maistros.gr στο Google News και μάθετε πρώτοι όλες τις ειδήσεις
Continue Reading
Advertisement
Σχολιάστε

Leave a Reply

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

8 − two =